Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.225 Joseph. AJ 18.230 (English) >>Joseph. AJ 18.235

18.228Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος πυθόμενος τοῦ Τιβερίου τὴν τελευτὴν ὠθεῖτο δρομαῖος τὸν Ἀγρίππαν εὐαγγελιούμενος, καὶ καταλαβὼν ἐν ἐξόδοις ὄντα εἰς τὸ βαλανεῖον συννεύσας πρὸς αὐτὸν γλώσσῃ τῇ Ἑβραίωντέθνηκεν λέωνφησίν. 18.229 δὲ σύνεσίν τε τοῦ λόγου ποιησάμενος καὶ χάρματι τῷ ἐπʼ αὐτῷ περιενεχθείςἀλλά σοι τῶν ἁπάντων καὶ τῆς ἐπὶ τῷδε εὐαγγελίας χάριτες ἐν ἐμοὶ παντοῖαι γίνοιντο, μόνον ἀληθῆ τὰ λεγόμενα εἴη.” καὶ ἑκατοντάρχης, 18.230ὅσπερ τῇ φυλακῇ ἐφειστήκει τοῦ Ἀγρίππου, θεώμενος τήν τε σπουδὴν μεθʼ οἵας Μαρσύας ἀφίκετο καὶ τὸ ἐκ τῶν λόγων χάρμα τῷ Ἀγρίππᾳ συνελθόν, ὑποτοπήσας καίνωσίν τινα γεγονέναι τῶν λόγων ἤρετό σφας περὶ τοῦ λόγου τοῦ ἐφεστηκότος. 18.231οἱ δὲ τέως μὲν παρέτρεπον, ἐγκειμένῳ δὲ ἀποσημαίνει Ἀγρίππας, ἤδη γὰρ φίλος ἦν, μηδὲν ἐνδοιάσας. δὲ ἐκοινοῦτό τε τὴν ἡδονὴν τοῦ λόγου διὰ τὸ εἰς ἀγαθὰ τῷ Ἀγρίππᾳ φέρειν προυτίθει τε αὐτῷ δεῖπνον. εὐωχουμένων δʼ αὐτῶν καὶ τοῦ πότου προϊόντος παρῆν τις λέγων ζῆν τε τὸν Τιβέριον καὶ ὀλίγων ἡμερῶν ἐπανήξειν εἰς τὴν πόλιν. 18.232καὶ ἑκατοντάρχης δεινῶς θορυβηθεὶς τῷ λόγῳ διὰ τὸ εἰς θάνατον ἀνακείμενα πεπραχέναι δεσμώτῃ τε καὶ ἐπʼ ἀγγελίᾳ θανάτου αὐτοκράτορος συνδιῃτῆσθαι μετὰ χάρματος, ἀπωθεῖταί τε τὸν Ἀγρίππαν τοῦ κλινιδίου καίἦπου, φησίν, λήσειν με ὑπονοεῖς θάνατον τοῦ αὐτοκράτορος κατεψευσμένος, ἀλλʼ


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.225 Joseph. AJ 18.230 (English) >>Joseph. AJ 18.235

Powered by PhiloLogic